Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.32 Joseph. AJ 3.37 (English) >>Joseph. AJ 3.41

3.35 δʼ οὐκ εἰς μακρὰν τὴν δωρεὰν ἀνεβάλλετο, τῷ δὲ Μωυσεῖ παρέξειν ὑπισχνεῖται πηγὴν καὶ πλῆθος ὕδατος ὅθεν οὐ προσδοκήσειαν, καὶ κελεύει τῷ βάκτρῳ πλήξαντα τὴν πέτραν, ἣν ἑώρων αὐτόθι παρακειμένην, παρʼ αὐτῆς λαμβάνειν τὴν εὐπορίαν ὧν δέονται· φροντίζει γὰρ καὶ τοῦ μὴ σὺν πόνῳ μηδʼ ἐργασίᾳ τὸ ποτὸν αὐτοῖς φανῆναι. 3.36καὶ Μωυσῆς ταῦτα λαβὼν παρὰ τοῦ θεοῦ παραγίνεται πρὸς τὸν λαὸν περιμένοντα καὶ εἰς αὐτὸν ἀφορῶντα· καὶ γὰρ ἤδη καθεώρων αὐτὸν ἀπὸ τῆς σκοπῆς ὁρμώμενον. ὡς δʼ ἧκεν, ἀπολύειν αὐτοὺς καὶ ταύτης τῆς ἀνάγκης τὸν θεὸν ἔλεγε καὶ χαρίσασθαι σωτηρίαν οὐδʼ ἐλπισθεῖσαν ἐκ τῆς πέτρας ποταμὸν αὐτοῖς ῥυήσεσθαι λέγων. 3.37τῶν δὲ πρὸς τὴν ἀκοὴν καταπλαγέντων, εἰ ὑπό τε τοῦ δίψους καὶ τῆς ὁδοιπορίας τεταλαιπωρημένοις ἀνάγκη γένοιτο κόπτειν τὴν πέτραν, Μωυσῆς πλήττει τῇ βακτηρίᾳ, καὶ χανούσης ἐξέβλυσεν ὕδωρ πολὺ καὶ διαυγέστατον. 3.38οἱ δὲ τῷ παραδόξῳ τοῦ γεγονότος κατεπλάγησαν, καὶ πρὸς τὴν ὄψιν αὐτοῖς ἤδη τὸ δίψος ἔληγε, καὶ πίνουσιν ἡδὺ καὶ γλυκὺ τὸ νᾶμα καὶ οἷον ἂν εἴη θεοῦ τὸ δῶρον δόντος ἐφαίνετο· τόν τε οὖν Μωυσῆν ἐθαύμαζον οὕτως ὑπὸ τοῦ θεοῦ τετιμημένον, καὶ θυσίαις ἠμείβοντο τὴν τοῦ θεοῦ περὶ αὐτοὺς πρόνοιαν. δηλοῖ δὲ ἐν τῷ ἱερῷ ἀνακειμένη γραφὴ τὸν θεὸν προειπεῖν Μωυσεῖ οὕτως ἐκ τῆς πέτρας ἀναδοθήσεσθαι ὕδωρ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.32 Joseph. AJ 3.37 (English) >>Joseph. AJ 3.41

Powered by PhiloLogic